TLG 2213 002 :: [TIMOTHEUS] :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 522–523. Citation: Fragment — (line) | ||
t1 | ΑΡΓΟΛΙΚΑ. | |
1 | Plutarch. De fluv. c. 18, 3: Εὑρίσκεται δ’ ἐν αὐτῷ (τῷ Ἰνάχῳ) καὶ λίθος βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνε‐ ται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας | |
5 | Ἥρας· καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀργολι‐ κοῖς. | |
---|---|---|
2(t) | Περὶ ποταμῶν | |
1 | Plutar‐ ch. De fluv. c. 3, 1: Ἕβρος ποταμός ἐστι τῆς Θρᾴ‐ κης, προσηγορίαν εἰληχὼς ἀπὸ τῆς συστροφῆς τῆς κα‐ ταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν | |
5 | τόπων, γήμας Κροτωνίκην, ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς, ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρα‐ κος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου, λό‐ γους αὐτῷ περὶ συνόδων ἀπέστειλεν. Ὁ δ’ ὡς Ἐριννῦν | |
10 | φυγὼν τὴν μητρυιὰν, προσηυκαίρει κυνηγίαις. Ἀποτυ‐ χοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς, κατεψεύσατο τοῦ | |
σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς, μεθ’ ὁρμῆς ἐπὶ τὴν ὕλην ἤχθη, καὶ σπασάμενος τὸ ξίφος, ἐδίωκε τὸν υἱὸν, ὡς | 522 | |
15 | ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ υἱὸς περικατά‐ ληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ’ αὐτοῦ Ἕβρος μετωνομάσθη· καθὼς ἱστορεῖ Τι‐ | |
μόθεος ἐν ιαʹ Περὶ ποταμῶν. | 523 |